Ενορία Αγίας Φωτεινής Ξάνθη
  • Αρχικη
  • Καινη Διαθηκη
    • ΟΙ ΕΝΤΟΛΕΣ
    • ΕΥΑΓΓΕΛΙΑ>
      • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
      • ΚΑΤΑ ΜΑΡΚΟΝ
      • ΚΑΤΑ ΛΟΥΚΑΝ
      • ΚΑΤΑ ΙΩΑΝΝΗΝ
    • ΟΙ ΠΡΑΞΕΙΣ
    • ΕΠΙΣΤΟΛΕΣ>
      • Παύλου>
        • Προς Ρωμαίους
        • Προς Κορινθίους Α΄
        • Προς Κορινθίους Β΄
        • Προς Γαλάτας
        • Προς Εφεσίους
        • Προς Φιλιππησίους
        • Προς Κολοσσαείς
        • Προς Θεσσαλονικείς Α
        • Προς Θεσσαλονικείς Β
        • Προς Τιμόθεον Α΄
        • Προς Τιμόθεον Β΄
        • Προς Τίτον
        • Προς Φιλήμονα
        • Προς Εβραίους
      • Ιακώβου
      • Πέτρου>
        • Πέτρου Α΄
        • Πέτρου Β΄
      • Ιωάννου>
        • Ιωάννου Α΄
        • Ιωάννου Β΄
        • Ιωάννου Γ΄
      • Ιούδα
    • ΑΠΟΚΑΛΥΨΗ
  • Ο Ιερος Ναος
    • Αγία Φωτεινή
    • Ακούστε Θεία Λειτουργία
    • Ανακοινώσεις
    • Φωτογραφίες επιτάφιου
    • Αγιόκλημα
  • Ιερα Μυστηρια
    • Βάπτιση
    • Χρίσμα
    • Γάμος
    • Θεία Ευχαριστία
    • Εξομολόγηση
    • Ιερωσύνη
    • Ιερό Ευχέλαιο
  • Δραστηριοτητες
    • Κατηχητικό
    • Πρόγραμμα
    • Διάφορες Δράσεις
  • Συναξαριστης
    • Α΄ Εξάμηνο>
      • Ιανουάριος
      • Φεβρουάριος
      • Μάρτιος
      • Απρίλιος
      • Μάιος
      • Ιούνιος
    • Β΄Εξάμηνο>
      • Ιούλιος
      • Αύγουστος
      • Σεπτέμβριος
      • Οκτώβριος
      • Νοέμβριος
      • Δεκέμβριος
  • Επικοινωνια
    • Ηλεκτρ.Ταχυδρομείο
    • Χάρτης
    • Σύνδεσμοι

Επιστολή Ιωάννου Β΄

Κεφάλαιο 1

1.1 ῾Ο πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 1.2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 1.3 ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη  παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου ᾿Ιησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. 1.4 ᾿Εχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 1.5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 1.6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 1.7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες ᾿Ιησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 1.8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. 1.9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 1.10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 1.11  ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. 1.12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. 1.13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.

© 2012 ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΑΣ ΦΩΤΕΙΝΗΣ
Powered by Create your own unique website with customizable templates.